Academia.eduAcademia.edu
Ana Alexandra Alves de Sousa MANUAL DE GREGO (nível cinco, semestral) ODISSEIA, LIVRO VI. ILÍADA, LIVRO III. TEXTO GREGO ANOTADO COM EXERCÍCIOS Edição Electrónica Setembro, 2021 Ficha técnica: Copyright © by Ana Alexandra Alves de Sousa Capa concebida por Ana Alexandra Alves de Sousa Primeira Edição (electrónica), Lisboa, Setembro, 2021 Este manual não segue o novo acordo ortográfico da língua portuguesa de 1990 ISBN: 978-989-97972-6-0 1 PARTE I ODISSEIA, LIVRO VI 1. Ulisses jaz na praia da Esquéria e Atena dirige-se ao palácio de Alcínoo. Explica-se quem são os Feaces. 1 Ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς 2 ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη 3 βῆ ῥ’ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε, 4 οἳ πρὶν μέν ποτ’ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ, 5 ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων, 6 οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν1. 7 Ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής, 8 εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων, 9 ἀμφὶ2 δὲ τεῖχος ἔλασσε πόλει καὶ ἐδείματο οἴκους 10 καὶ νηοὺς ποίησε θεῶν καὶ ἐδάσσατ’ ἀρούρας. 11 Ἀλλ’ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, 12 Ἀλκίνοος δὲ τότ’ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς. 2. Atena entra no palácio e dirige-se ao quarto de Nausícaa 1 2 13 Tοῦ μὲν ἔβη πρὸς δῶμα θεὰ γλαυκῶπις Ἀθήνη, 14 νόστον Ὀδυσσῆϊ μεγαλήτορι μητιόωσα. 15 Βῆ δ’ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη 16 κοιμᾶτ’ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη, 17 Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, 18 πὰρ δὲ δύ’ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι, Sugere-se a escansão deste verso. Valor adverbial. 2 19 σταθμοῖϊν ἑκάτερθε3· θύραι δ’ ἐπέκειντο φαειναί. 20 Ἡ δ’ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, 21 στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν, 22 εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος, 23 ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ. 3. Atena aparece a Nausícaa em sonhos 24 25 Tῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη· “Ναυσικάα, τί νύ σ’ ὧδε μεθήμονα γείνατο μήτηρ; 26 Εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα, 27 σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα4 χρὴ καλὰ μὲν αὐτὴν5 28 ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ’ ἄγωνται· 29 ἐκ γάρ τοι6 τούτων φάτις ἀνθρώπους ἀναβαίνει 30 ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ. 31 Ἀλλ’ ἴομεν πλυνέουσαι ἅμ’ ἠόϊ φαινομένηφι· 32 καί τοι ἐγὼ συνέριθος ἅμ’ ἕψομαι, ὄφρα τάχιστα 33 ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι· 34 ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον 35 πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ. 36 Ἀλλ’ ἄγ’ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ 37 ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι7, ἥ κεν ἄγῃσι8 “De cada um dos lados das ombreiras da porta”, dentro do quarto. O sentido parece indicar que tem valor temporal, “quando”, “altura em que”, o que é único no texto homérico; Garvie 1994: 88. 5 Sujeito. 6 Equivale a σοι. Dativo de posse ou de interesse. 7 Este termo é usado sobretudo para a preparação de uma refeição, mas também pode aludir à preparação de um carro ou de uma embarcação; cf. Garvie 1994: 91. 8 Oração relativa de valor final. 3 4 3 38 ζῶστρά9 τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα. 39 Καὶ δὲ σοὶ ὧδ’ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν 40 ἔρχεσθαι· πολλὸν γὰρ ἄπο πλυνοί εἰσι πόληος.” 4. Atena sai do palácio. Descrição da morada olímpica 41 Ἡ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη 42 Οὔλυμπόνδ’, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς10 αἰεὶ 43 ἔμμεναι· οὔτ’ ἀνέμοισι τινάσσεται οὔτε ποτ’ ὄμβρῳ 44 δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ’ αἴθρη 45 πέπταται ἀννέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη· 46 τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα. 47 Ἔνθ’ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ. 5. Nausícaa desperta e vai ter com os pais 48 Αὐτίκα δ’ Ἠὼς ἦλθεν ἐΰθρονος, ἥ μιν ἔγειρε 49 Ναυσικάαν εὔπεπλον· ἄφαρ δ’ ἀπεθαύμασ’ ὄνειρον, 50 βῆ δ’ ἴμεναι διὰ δώμαθ’, ἵν’ ἀγγείλειε τοκεῦσι, 51 πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δ’ ἔνδον ἐόντας. 52 Ἡ μὲν ἐπ’ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξίν, 53 ἠλάκατα στρωφῶσ’ ἁλιπόρφυρα· τῷ δὲ θύραζε 54 ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας 55 ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί. 9 A única ocorrência do termo nos PH. Designa provavelmente um cinto usado pelas mulheres, abaixo da cintura; cf. Garvie 1994:91. 10 Valor adverbial. 4 6. Conversa entre Nausícaa e o pai 56 57 Ἡ δὲ μάλ’ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε· “Πάππα φίλ’, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην 58 ὑψηλὴν εὔκυκλον, ἵνα κλυτὰ εἵματ’ ἄγωμαι 59 ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται; 60 καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα 61 βουλὰς βουλεύειν καθαρὰ χροῒ εἵματ’ ἔχοντα. 62 Πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν, 63 οἱ δύ’ ὀπυίοντες, τρεῖς δ’ ἠΐθεοι θαλέθοντες· 64 οἱ δ’ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ’ ἔχοντες 65 ἐς χορὸν ἔρχεσθαι· τὰ δ’ ἐμῇ φρενὶ πάντα μέμηλεν.” 66 67 68 Ὣς ἔφατ’· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι πατρὶ φίλῳ· ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ· “Oὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου. 69 ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην 70 ὑψηλὴν εὔκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.” 7. Os servos preparam o carro de mulas de boas rodas. Partida de Nausícaa 71 Ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δ’ ἐπίθοντο. 72 Οἱ μὲν ἄρ’ ἐκτὸς ἄμαξαν ἐΰτροχον ἡμιονείην 73 ὅπλεον ἡμιόνους θ’ ὕπαγον ζεῦξάν θ’ ὑπ’ ἀπήνῃ· 74 κούρη δ’ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν. 75 Καὶ τὴν μὲν κατέθηκεν ἐϋξέστῳ ἐπ’ ἀπήνῃ· 76 μήτηρ δ’ ἐν κίστῃ ἐτίθει μενοεικέ’ ἐδωδὴν 77 παντοίην, ἐν δ’ ὄψα τίθει, ἐν δ’ οἶνον ἔχευεν 5 78 ἀσκῷ ἐν αἰγείῳ· κούρη δ’ ἐπεβήσετ’ ἀπήνης. 79 Δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, 80 εἷος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν. 81 Ἡ δ’ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα, 82 μάστιξεν δ’ ἐλάαν11· καναχὴ δ’ ἦν ἡμιόνοιϊν· 83 αἱ δ’ ἄμοτον τανύοντο, φέρον δ’ ἐσθῆτα καὶ αὐτήν, 84 οὐκ οἴην· ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι. 8. Nausícaa e as servas junto do rio 11 12 85 Αἱ δ’ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ’ ἵκοντο, 86 ἔνθ’ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ’ ὕδωρ 87 καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι, 88 ἔνθ’ αἵ γ’ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης. 89 Kαὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα 90 τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δ’ ἀπ’ ἀπήνης 91 εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ, 92 στεῖβον δ’ ἐν βόθροισι θοῶς, ἔριδα προφέρουσαι. 93 Αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα, 94 ἑξείης πέτασαν παρὰ θῖν’ ἁλός, ἧχι μάλιστα 95 λάϊγγας ποτὶ χέρσον ἀποπτύεσκε θάλασσα. 96 Αἱ δὲ λοεσσάμεναι12 καὶ χρισάμεναι λίπ’ ἐλαίῳ 97 δεῖπνον ἔπειθ’ εἵλοντο παρ’ ὄχθῃσιν ποταμοῖο, 98 εἵματα δ’ ἠελίοιο μένον τερσήμεναι αὐγῇ. 99 Αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή, Infinitivo presente, épico, de ἐλάω, ἐλαύνω. As jovens lavam-se a si mesmas. 6 100 σφαίρῃ ταὶ δ’ ἄρ’ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι, 101 τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. 102 Οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεα ἰοχέαιρα, 103 ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, 104 τερπομένη κάπροισι καὶ ὠκείῃσ’ ἐλάφοισι· 105 τῇ δέ θ’ ἅμα Νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, 106 ἀγρονόμοι παίζουσι· γέγηθε δέ τε φρένα Λητώ· 107 πασάων δ’ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα, 108 ῥεῖά τ’ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι· 109 ὣς ἥ γ’ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. 110 Ἀλλ’ ὅτε δὴ ἄρ’ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι 111 ζεύξασ’ ἡμιόνους πτύξασά τε εἵματα καλά, 112 ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη, 113 ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τ’ εὐώπιδα κούρην, 114 ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο13. 115 Σφαῖραν ἔπειτ’ ἔρριψε μετ’ ἀμφίπολον βασίλεια· 116 ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ’ ἔμπεσε δίνῃ. 9. Ulisses desperta com o grito das donzelas 13 117 Αἱ δ’ ἐπὶ μακρὸν ἄϋσαν· ὁ δ’ ἔγρετο δῖος Ὀδυσσεύς, 118 ἑζόμενος δ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν· 119 “Ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; 120 ἤ ῥ’ οἵ γ’ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, 121 ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής; Oração relativa de matiz final. 7 122 ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀϋτή, 123 Νυμφάων, αἳ ἔχουσ’ ὀρέων αἰπεινὰ κάρηνα 124 καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα· 125 ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων. 126 Ἀλλ’ ἄγ’ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.” 10. Ulisses sai detrás do arvoredo e aparece diante das jovens. Diálogo entre a princesa e o náufrago 127 Ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς, 128 ἐκ πυκινῆς δ’ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ 129 φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. 130 Βῆ δ’ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ἀλκὶ πεποιθώς, 131 ὅς τ’ εἶσ’ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε 132 δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀΐεσσιν 133 ἠὲ μετ’ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ 134 μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· 135 ὣς Ὀδυσεὺς κούρῃσιν ἐϋπλοκάμοισιν ἔμελλε 136 μείξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε. 137 Σμερδαλέος δ’ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ, 138 τρέσσαν δ’ ἄλλυδις ἄλλη ἐπ’ ἠϊόνας προὐχούσας. 139 Οἴη δ’ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη 140 θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων. 141 Στῆ δ’ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς, 142 ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην, 143 ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι 144 λίσσοιτ’, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη. 8 145 Ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, 146 λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι, 147 μή οἱ γοῦνα14 λαβόντι χολώσαιτο φρένα κούρη. 148 Αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον· 149 14 “Γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις ἦ βροτός ἐσσι; 150 Εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, 151 Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο, 152 εἶδός τε μέγεθός τε φυήν τ’ ἄγχιστα ἐΐσκω· 153 εἰ δέ τίς ἐσσι βροτῶν, οἳ ἐπὶ χθονὶ ναιετάουσι, 154 τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ, 155 τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς 156 αἰὲν ἐϋφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, 157 λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν. 158 Κεῖνος δ’ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, 159 ὅς κέ σ’ ἐέδνοισι βρίσας οἶκόνδ’ ἀγάγηται. 160 Οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν, 161 οὔτ’ ἄνδρ’ οὔτε γυναῖκα· σέβας μ’ ἔχει εἰσορόωντα. 162 Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ 163 φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα· 164 ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός, 165 τὴν ὁδόν, ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε’ ἔσεσθαι· 166 ὣς δ’ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ, 167 δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης, 168 ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια τ’ αἰνῶς Acusativo complemento directo, em vez do genitivo partitivo. 9 169 γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει. 170 Χθιζὸς15 ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον· 171 τόφρα16 δέ μ’ αἰεὶ κῦμα φόρει κραιπναί τε θύελλαι 172 νήσου ἀπ’ Ὠγυγίης· νῦν δ’ ἐνθάδε κάββαλε δαίμων, 173 ὄφρα τί που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀΐω 174 παύσεσθ’, ἀλλ’ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν. 175 Ἀλλά, ἄνασσ’, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας 176 ἐς πρώτην ἱκόμην, τῶν δ’ ἄλλων οὔ τινα οἶδα 177 ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. 178 Ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι, 179 εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ’ ἰοῦσα. 180 Σοὶ δὲ θεοὶ τόσα δοῖεν, ὅσα φρεσὶ σῇσι μενοινᾷς, 181 ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν 182 ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον, 183 ἢ ὅθ’ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον 184 ἀνὴρ ἠδὲ γυνή· πόλλ’ ἄλγεα δυσμενέεσσι, 185 χάρματα δ’ εὐμενέτῃσι· μάλιστα δέ τ’ ἔκλυον αὐτοί.” 186 15 16 Τὸν δ’ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα· 187 “Ξεῖν’, ἐπεὶ οὔτε κακῷ οὔτ’ ἄφρονι φωτὶ ἔοικας, 188 Ζεὺς δ’ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, 189 ἐσθλοῖσ’ ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ· 190 καί που σοὶ τά γ’ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης. 191 Νῦν δ’, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις, 192 οὔτ’ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, Adjectivo com valor adverbial. “Durante todo aquele tempo” (τόφρα… αἰεί) , i.e., vinte dias. 10 193 ὧν ἐπέοιχ’ ἱκέτην ταλαπείριον ἀντιάσαντα. 194 Ἄστυ δέ τοι17 δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν· 195 Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, 196 εἰμὶ δ’ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, 197 τοῦ δ’ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.” 11. Nausícaa dá ordens às servas 17 198 Ἦ ῥα, καὶ ἀμφιπόλοισιν ἐϋπλοκάμοισι κέλευσε· 199 “Στῆτέ μοι ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι; 200 ἦ μή πού τινα δυσμενέων φάσθ’ ἔμμεναι ἀνδρῶν; 201 Οὐκ ἔσθ’ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται, 202 ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται 203 δηϊοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν. 204 Οἰκέομεν δ’ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ, 205 ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. 206 Ἀλλ’ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ’ ἱκάνει, 207 τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες 208 ξεῖνοί τε πτωχοί τε, δόσις δ’ ὀλίγη τε φίλη τε. 209 Ἀλλὰ δότ’, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε, 210 λούσατέ τ’ ἐν ποταμῷ, ὅθ’ ἐπὶ σκέπας ἔστ’ ἀνέμοιο.” 211 Ὣς ἔφαθ’, αἱ δ’ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν, 212 κὰδ δ’ ἄρ’ Ὀδυσσέα εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσε 213 Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο· 214 πὰρ δ’ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ’ ἔθηκαν, Equivale a σοι. 11 215 δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, 216 ἤνωγον δ’ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσι. 12. Ulisses pede para se lavar sozinho 217 218 Δή ῥα τότ’ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς· “Ἀμφίπολοι, στῆθ’ οὕτω ἀπόπροθεν, ὄφρ’ ἐγὼ αὐτὸς 219 ἅλμην ὤμοιϊν ἀπολούσομαι, ἀμφὶ δ’ ἐλαίῳ 220 χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή. 221 Ἄντην δ’ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ 222 γυμνοῦσθαι κούρῃσιν ἐϋπλοκάμοισι μετελθών.” 223 Ὣς ἔφαθ’, αἱ δ’ ἀπάνευθεν ἴσαν, εἶπον δ’ ἄρα κούρῃ. 224 Αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς 225 ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους· 226 ἐκ κεφαλῆς δ’ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο. 227 Αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ’ ἄλειψεν, 228 ἀμφὶ δὲ εἵματα ἕσσαθ’ ἅ οἱ πόρε παρθένος ἀδμής, 229 τὸν μὲν Ἀθηναίη θῆκεν, Διὸς ἐκγεγαυῖα, 230 μείζονά τ’ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος 231 οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. 232 Ὡς δ’ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ 233 ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη 234 τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, 235 ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. 236 ἕζετ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, 237 κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη. 12 13. Νausícaa dirige-se às escravas 238 239 Δή ῥα τότ’ ἀμφιπόλοισιν ἐϋπλοκάμοισι μετηύδα· “Κλῦτέ μοι, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω. 240 Οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσι, 241 Φαιήκεσσ’ ὅδ’ ἀνὴρ ἐπιμείξεται ἀντιθέοισι· 242 πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ’ εἶναι, 243 νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. 244 Αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη 245 ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν. 246 Ἀλλὰ δότ’, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.” 247 Ὣς ἔφαθ’, αἱ δ’ ἄρα τῆς μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο, 248 πὰρ δ’ ἄρ’ Ὀδυσσῆϊ ἔθεσαν βρῶσίν τε πόσιν τε. 249 Ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς 250 ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος. 251 Αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ’ ἐνόησεν· 252 εἵματ’ ἄρα πτύξασα τίθει καλῆς ἐπ’ ἀπήνης, 253 ζεῦξε δ’ ὑφ’ ἡμιόνους κρατερώνυχας, ἂν18 δ’ ἔβη αὐτή. 14. Nausícaa explica a Ulisses como deve entrar na cidade e no palácio 254 255 18 Ὤτρυνεν δ’ Ὀδυσῆα ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν· “Ὄρσεο νῦν, ὦ ξεῖνε, πόλινδ’ ἴμεν, ὄφρα σε πέμψω 256 πατρὸς ἐμεῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι 257 πάντων Φαιήκων εἰδησέμεν, ὅσσοι ἄριστοι. ἂν = ἀνά. 13 19 20 258 Ἀλλὰ μάλ’ ὧδ’ ἕρδειν· δοκέεις δέ μοι οὐκ ἀπινύσσειν· 259 ὄφρ’ ἂν μέν κ’ ἀγροὺς ἴομεν καὶ ἔργ’ ἀνθρώπων, 260 τόφρα σὺν ἀμφιπόλοισι μεθ’ ἡμιόνους καὶ ἄμαξαν 261 καρπαλίμως ἔρχεσθαι· ἐγὼ δ’ ὁδὸν ἡγεμονεύσω. 262 Αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος 263 ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος, 264 λεπτὴ δ’ εἰσίθμη· νῆες δ’ ὁδὸν ἀμφιέλισσαι 265 εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ. 266 Ἔνθα δέ τέ σφ19’ ἀγορὴ20 καλὸν Ποσιδήϊον ἀμφίς, 267 ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ’ ἀραρυῖα. 268 Ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι, 269 πείσματα καὶ σπείρας, καὶ ἀποξύνουσιν ἐρετμά. 270 Οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη, 271 ἀλλ’ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι, 272 ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν. 273 Τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω 274 μωμεύῃ· μάλα δ’ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον· 275 καί νύ τις ὧδ’ εἴπῃσι κακώτερος ἀντιβολήσας· 276 ‘τίς δ’ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε 277 ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ. 278 Ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς 279 ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν· 280 ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν 281 οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα. σφ = σφι. Nos PH o sentido é sempre o de “assembleia”; cf. Garvie 1994: 148. 14 282 Βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν 283 ἄλλοθεν· ἦ γὰρ τούσδε γ’ ἀτιμάζει κατὰ δῆμον 284 Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.’ 285 Ὣς ἐρέουσιν, ἐμοὶ δέ κ’ ὀνείδεα ταῦτα γένοιτο. 286 Καὶ δ’ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι, 287 ἥ τ’ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων 288 ἀνδράσι μίσγηται πρίν γ’ ἀμφάδιον γάμον ἐλθεῖν. 289 Ξεῖνε, σὺ δ’ ὦκ’ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα 290 πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο. 291 Δήομεν ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου 292 αἰγείρων, ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών· 293 ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ’ ἀλῳή, 294 τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας. 295 Ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς 296 ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός. 297 Αὐτὰρ ἐπὴν ἥμεας ἔλπῃ ποτὶ δώματ’ ἀφῖχθαι, 298 καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ’ ἐρέεσθαι 299 δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο. 300 Ῥεῖα δ’ ἀρίγνωτ’ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο 301 νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται 302 δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο 303 ἥρως. Ἀλλ’ ὁπότ’ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή, 304 ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ’ ἂν ἵκηαι 305 μητέρ’ ἐμήν· ἡ δ’ ἧσται ἐπ’ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ, 306 ἠλάκατα στρωφῶσ’ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι, 15 307 κίονι κεκλιμένη· δμῳαὶ δέ οἱ εἵατ’ ὄπισθεν. 308 Ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ, 309 τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς. 310 Τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας 311 βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι 312 χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί. 313 Eἴ κέν τοι κείνη γε φίλα φρονέῃσ’ ἐνὶ θυμῷ, 314 ἐλπωρή τοι ἔπειτα φίλους τ’ ἰδέειν καὶ ἱκέσθαι 315 οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.” 15. Nausícaa e as servas partem 316 Ὣς ἄρα φωνήσασ’ ἵμασεν μάστιγι φαεινῇ 317 ἡμιόνους· αἱ δ’ ὦκα λίπον ποταμοῖο ῥέεθρα. 318 Αἱ δ’ εὖ μὲν τρώχων, εὖ δ’ ἐπλίσσοντο πόδεσσιν· 319 ἡ δὲ μάλ’ ἡνιόχευεν, ὅπως ἅμ’ ἑποίατο πεζοὶ 320 ἀμφίπολοί τ’ Ὀδυσεύς τε· νόῳ δ’ ἐπέβαλλεν ἱμάσθλην. 16. Ulisses faz uma prece 321 Δύσετό τ’ ἠέλιος, καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο 322 ἱρὸν Ἀθηναίης, ἵν’ ἄρ’ ἕζετο δῖος Ὀδυσσεύς. 323 Αὐτίκ’ ἔπειτ’ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο· 324 “Κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη· 325 νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ’ ἄκουσας 326 ῥαιομένου, ὅτε μ’ ἔρραιε κλυτὸς ἐννοσίγαιος. 327 Δός μ’ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν.” 16 328 Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη· 329 αὐτῷ δ’ οὔ πω φαίνετ’ ἐναντίη· αἴδετο γάρ ῥα 330 πατροκασίγνητον· ὁ δ’ ἐπιζαφελῶς μενέαινεν 331 ἀντιθέῳ Ὀδυσῆϊ πάρος ἣν γαῖαν ἱκέσθαι. PROPOSTAS DE TRABALHO Ficha 1 Reveja o seguinte excerto já trabalhado em aula: A deusa Atena aparece a Nausícaa para lhe dizer que vá lavar a roupa ao rio, porque chegara a altura de casar. 21 1. [Ἀθήνη] βῆ δ’ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη 2. κοιμᾶτ’ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη, 3. Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, 4. πὰρ δὲ δύ’ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι, 5. σταθμοῖϊν ἑκάτερθε· θύραι δ’ ἐπέκειντο φαειναί. 6. Τῇ21 μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη· 7. “Ναυσικάα, τί νύ σ’ ὧδε μεθήμονα γείνατο μήτηρ; 8. εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα, 9. σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν 10. ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ’ ἄγωνται· 11. ἀλλ’ ἴομεν πλυνέουσαι ἅμ’ ἠόϊ φαινομένηφι· 12. καί τοι ἐγὼ συνέριθος ἅμ’ ἕψομαι, ὄφρα τάχιστα 13. ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι· 14. ἀλλ’ ἄγ’ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ 15. ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι Refere-se à filha de Damante, a quem se assemelhava a deusa. 17 16. ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.” Odisseia Notas: σταθμοῖϊν (v.5): ombreira ἵνα (v.9): tem valor relativo, não é conjunção. I. Indique o caso e justifique: a) ἀθανάτῃσι (v.2) b) εἶδος (v.2) c) Χαρίτων (v.4) d) σταθμοῖϊν (v.5) e) μεθήμονα (v.7) f) αὐτὴν (v.9) g) ἠόϊ φαινομένηφι (v.11) h) συνέριθος (v.12) II. Classifique morfologicamente: a) b) c) d) κοιμᾶτ’ (v.2) ἕψομαι (v.12) ἐπότρυνον (v.14) ἐφοπλίσαι (v.15) III. Identifique o modo e justifique: a) Πλυνέουσαι b) ἐντύνεαι (v.13) c) ἔσσεαι (v.13) d) ἄγῃσι (v.15) IV. Traduza o texto em português correcto. V. Exercícios: a) Explique cinco características dialectais diferentes entre si e indique as formas em ático. b) Explique o acento de ἄπο. c) Como designa sintacticamente o particípio ἔχουσαι? Que outros particípios podem desempenhar semelhante função? d) Conjugue ἐπότρυνον nas restantes pessoas, no singular, plural e dual, mantendo a voz. e) Explique do ponto de vista da sua formação a forma φαινομένηφι. f) Substitua o sintagma ἐς θάλαμον por outra sintacticamente equivalente, recorrendo a um sufixo locativo. g) A forma ἄγῃσι (v.15) pertence ao verbo ἄγω. Conjugue o perfeito do indicativo da voz média em todas as pessoas, no singular, dual e plural. h) Para que proporcionasse (παρέχω) belas (καλός) vestes (εἶμα, τος) aos irmãos (ἀδελφός, οῦ) que a acompanhariam (ἄγω), quando casasse (γαμέομαι), Nausícaa lavou (πλύνω) as roupas com as escravas (ἀμφίπολος, ου). 18 Ficha 2 Nausícaa chega ao palácio e Ulisses age segundo as instruções da princesa 1 Ὣς ὁ μὲν ἔνθ’ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς, 2 κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιϊν. 3 Ἡ δ’ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ’ ἵκανε, 4 στῆσεν ἄρ’ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς 5 ἵσταντ’ ἀθανάτοισ’ ἐναλίγκιοι, οἵ ῥ’ ὑπ’ ἀπήνης 6 ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω. 7 Aὐτὴ δ’ ἐς θάλαμον ἑὸν ἤϊε· δαῖε δέ οἱ πῦρ 8 γρηῢς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα, 9 τήν ποτ’ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι, 10 Ἀλκινόῳ δ’ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσι 11 Φαιήκεσσιν ἄνασσε, θεοῦ δ’ ὣς δῆμος ἄκουεν· 12 ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν. 13 Ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει. Odisseia Notas: Ἀπειραίη (v.8): “de Apire” 1. Traduza o texto em português correcto. 2. Exercícios: 2.1. Indique o caso e justifique: a) (προτὶ) ἄστυ (v.2) b) ἡμιόνοιϊν (v.2) c) (ἐν) προθύροισι (v.4) d) (ὑπ’) ἀπήνης (v.5) e) νέες (v.9) f) οἱ (v.13) 2.2. Classifique morfologicamente: a) ἠρᾶτο (v.1) b) στῆσεν (v.4) c) ἵσταντ’ (v.5) 2.3. Indique dez características da língua homérica, diferentes entre si, expliqueas e refaça as formas em ático. 19 2.4. Escanda os versos 10 e 11, sem se esquecer de marcar a designar a cesura encontrada. 2.5. Conjugue o verbo κοσμέω no imperfeito do indicativo, fazendo as contracções. 2.6. Conjugue o verbo ἵστημι no presente do indicativo da voz activa. 2.7. Tendo em conta o estudo que fez dos finais locativos explique a forma Ἀπείρηθεν (v.9). Indique outros finais locativos que conheça e explique-os. 2.8. Tendo em conta o estudo que faz da lei de Grassmann, explique a alternância de τρέφω e θρέψω. 2.9. Escreva em grego (use três características próprias da língua épica e expliqueas): Eurimedusa (Εὐρυμέδουσα, ης) fora levada (ἄγω) pelas naus (ναῦς, νηός) recurvas (ἀμφέλισσα, ης), de Apire, para ser dada como presente ao magnânimo (μεγαλήτωρ, ορος) Alcínoo, que governava (ἀνάσσω com gen.) os Feaces. Ficha nº 3 Ulisses chega ao palácio de Alcínoo envolto numa nuvem que se dissipa no momento de se dirigir ao rei e a sua esposa Arete. 1 Aὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς 2 πολλὴν ἠέρ’ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη, 3 ὄφρ’ ἵκετ’ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα. 4 Ἀμφὶ δ’ ἄρ’ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς, 5 καὶ τότε δή ῥ’ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ. 6 Οἱ δ’ ἄνεω ἐγένοντο δόμον κάτα φῶτα ἰδόντες, 7 θαύμαζον δ’ ὁρόωντες· ὁ δ’ ἐλλιτάνευεν Ὀδυσσεύς· 8 “Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο, 9 σόν τε πόσιν σά τε γούναθ’ ἱκάνω πολλὰ μογήσας, 10 τούσδε τε δαιτυμόνας, τοῖσιν θεοὶ ὄλβια δοῖεν 11 ζωέμεναι. Odisseia 1. Traduza o texto em português correcto. 2. Exercícios: 2.1. Indique o caso e justifique: a) (διὰ) δῶμα (v.1) b) γούνασι (v.4) 20 2.2. Indique o modo e justifique: a) ἵκετ’ (v.3) b) ὁρόωντες (v.7) c) μογήσας (v.9) d) δοῖεν (v.10) 2.3. Reescreva em ático e explique: 2.4. a) περίχευεν (v.2) b) γούνασι (v.4) c) αὐτοῖο (v.5) d) ὁρόωντες (v.7) e) ζωέμεναι (v.11) 2.5. Escanda dois versos à sua escolha no trecho que leu. 2.6. Do ponto de vista estilístico comente e explique o sintagma δόμον κάτα (v.6) 2.7. À luz da lei de Grassmann explique a forma θέσφατος (v.5). 2.8. Indique o valor sintáctico do particípio ἔχων (v.2) e refira quatro particípios com o mesmo valor. 2.9. Escreva em grego (use um final locativo e duas características da língua épica na resolução deste exercício; explique-os em nota): Arete e o magnânimo (μεγαλήτωρ, ορος) Alcínoo deram ao divino Ulisses uma escolta (πομπή, ῆς) para que chegasse (ἱκνέομαι) a casa são e salvo (ἀβλαβής, ές). Ficha nº 4 Ulisses suplica auxílio à rainha Arete, esposa de Alcínoo e filha de Rexenor. Εqueneu repreende Alcínoo por não estar a receber de forma apropriada o estrangeiro e diz-lhe o que deve fazer. 1 Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο 2 σόν τε πόσιν σά τε γούναθ’ ἱκάνω πολλὰ μογήσας 3 τούσδε τε δαιτυμόνας τοῖσιν θεοὶ ὄλβια δοῖεν 4 ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος 5 κτήματ’ ἐνὶ μεγάροισι γέρας θ’ ὅ τι δῆμος ἔδωκεν. 6 Aὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ’ ἱκέσθαι 7 θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω” 8 Ὥς εἰπὼν κατ’ ἄρ’ ἕζετ’ ἐπ’ ἐσχάρῃ ἐν κονίῃσι 9 πὰρ πυρί· οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. 10 Ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος, 21 11 ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν 12 καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς· 13 ὅ σφιν ἐυφρονέων ἀγορήσατο καὶ μετέειπεν· 14 “Ἀλκίνο’, οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε, 15 ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ’ ἐσχάρῃ ἐν κονίῃσιν· 16 οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται. 17 Ἀλλ’ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου 18 ἕσσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον 19 οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ 20 σπείσομεν, ὅς θ’ ἱκέτῃσιν ἅμ’ αἰδοίοισιν ὀπηδεῖ· 21 δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.” Odisseia 1. Traduza o texto em português correcto. 2. Exercícios: 2.1.Escanda cinco versos a partir do início da fala de Equeneu, marcando sempre a cesura. 2.2.Faça um comentário dialectal, indicando a que dialecto as formas pertencem e como seriam em ático. 2.3.Classifique morfologicamente: a) μογήσας (enuncie) (v.2) b) δοῖεν (conjugue) (v.3) c) ὀτρύνετε (conjugue) (v.6) d) ἱκέσθαι (v.6) e) κέκαστο (conjugue) (v.12) f) κέλευσον (conjugue) (v.18) 2.4.Explique o acento de ἄπο (v.7) 2.5.Explique a forma μετέειπε (v.10) 2.6.Explique a forma ἰσχανόωνται (v.16) Ficha nº 5 Ulisses fala a Alcínoo 1 2 Tὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· “Ἀλκίνο’, ἄλλο τί τοι μελέτω φρεσίν·οὐ γὰρ ἐγώ γε 22 3 ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, 4 οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν· 5 οὕς τινας ὑμεῖς ἴστε μάλιστ’ ὀχέοντας ὀϊζὺν 6 ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην. 7 Kαὶ δ’ ἔτι κεν καὶ πλείον’ ἐγὼ κακὰ μυθησαίμην, 8 ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα. 9 Ἀλλ’ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ· 10 οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο 11 ἔπλετο, ἥ τ’ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ 12 καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα, 13 ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ’ αἰεὶ 14 ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων 15 ληθάνει, ὅσσ’ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει. Odisseia 1. Traduza o texto em português correcto. 2. Exercícios: 2.1.Escanda os cinco primeiros versos da fala de Ulisses e marque a respectiva cesura. 2.2.Classifique morfologicamente: a) Μελέτω (conjugue) b) ἴστε (conjugue) (v.5) c) ὀχέοντας (enuncie) (v.5) d) ἰσωσαίμην (conjugue) v.6 e) ἐνιπλησθῆναι (v.15) 2.3.Identifique o caso e justifique: a) δέμας (v.4) b) θεῶν (v.8) c) ἕο (v.11) 2.4.Faça um comentário dialectal, indicando a que dialecto as formas pertencem e como seriam em ático. Ficha nº 6 Ulisses inicia a matança dos pretendentes, começando por Antínoo. 1. … καὶ ἐπ’ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν. 23 2. Ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε, 3. χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα, 4. ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ 5. μέμβλετο. Tίς κ’ οἴοιτο μετ’ ἀνδράσι δαιτυμόνεσσι 6. μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη, 7. οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν; Odisseia 1. Sintaxe de casos: 1.1. Ἀντινόῳ (v.1) 1.2. χερσὶν (v.3) 1.3. οἴνοιο (v.4) 1.4. οἱ (v.4) 1.5. καρτερὸς (v.6) 2. Justifique os modos, não se esquecendo de classificar de forma completa as orações: 2.1. πίοι (v.4) 2.2. οἴοιτο (v.5) 2.3. εἴη (v.6) 2.4. τεύξειν (v.7) 3. Indique o dialecto a que pertencem as seguintes formas e refaça-as em ático, explicando-as: 3.1. χρύσεον (v.3) 3.2. οἴνοιο (v.4) 3.3. οἱ (v.4) 3.4. ἐνὶ (v.4 e 6) 3.5. δαιτυμόνεσσι (v.5) 3.6. μοῦνον (v.6) 5. Traduza o texto em português correcto. 6. Conjugue o verbo a que pertence a forma verbal τεύξειν no perfeito do indicativo, em todas as pessoas e número, na voz média. Ficha nº 7 A hospitalidade de Circe: Ulisses explica à sua anfitriã porque não está a comer. 1 Κίρκη δ’ ὡς ἐνόησεν ἔμ’ ἥμενον οὐδ’ ἐπὶ σίτῳ 2 χεῖρας ἰάλλοντα, στυγερὸν δέ με πένθος ἔχοντα, 3 ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα· 24 4 “ τίφθ’ οὕτως, Ὀδυσεῦ, κατ’ ἄρ’ ἕζεαι ἶσος ἀναύδῳ, 5 θυμὸν ἔδων, βρώμης δ’ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;” (…) 6 … 7 “ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη, 8 πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος, 9 πρὶν λύσασθ’ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;” αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odisseia Notas: τίφθ’ (v.4) igual a τίπτε πρὶν (v.8): antecipa a conjunção πρὶν no verso seguinte. 1. Justifique sintacticamente os seguintes casos: a) (ἐπὶ) σίτῳ (v.1) b) ἀναύδῳ (v.4) c) ἐδητύος (v.8) d) ὀφθαλμοῖσιν (v.9) 2.Justifique sintacticamente os modos indicando-os: a) ἥμενον (v.1) b) ἰδέσθαι (v.9) 3. Classifique morfologicamente: a) λύσασθ (v.9) 4. Indique duas tmeses presentes no excerto. 5. Traduza o texto em português correcto. Ficha nº 8 Diz o Ciclope a Ulisses 1 “Nήπιoς εἰς, ὦ ξεῖν’, ἢ τηλόθεν εἰλήλουθας, 2 ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι. 3 οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν 4 οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν. 5 Oὐδ’ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην 6 οὔτε σεῦ οὔθ’ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι. 7 Ἀλλά μοι εἴφ’ ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα, 25 8 9 10 11 ἤ που ἐπ’ ἐσχατιῆς ἦ καὶ σχεδόν, ὄφρα δαείω.” Ὥς φάτο πειράζων, ἐμὲ δ’ οὐ λάθεν εἰδότα πολλά, ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι· “Nέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων, 12 πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης, 13 ἄκρῃ προσπελάσας· ἄνεμος δ’ ἐκ πόντου ἔνεικεν· 14 αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.” Odisseia 1. Traduza o texto em português correcto. 2. Exercícios: 2.1. Tendo em conta o estudo que fez sobre o valor aspectual do optativo, estabeleça a distinção entre πεφιδοίμην (v.5) e κελεύοι (v.6). 2.2. Transcreva o excerto que leu para ático. 2.3. Classifique morfologicamente: a) εἰλήλουθας (v.1) (conjugue) b) εἴφ’(v.7) c) δαείω (v.8) d) προσπελάσας (v.13) (enuncie) 2.4. Indique o caso e justifique: a) με (v.2) b) Διὸς αἰγιόχου (v.3) Ficha nº 9 Ulisses, intrigado com o desaparecimento de alguns dos companheiros, vai ao palácio de Circe. Esta recebe-o oferecendo-lhe uma beberagem; surpreendida com o facto de a poção não fazer qualquer efeito em Ulisses, interpela-o da seguinte forma: 1 “Tίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; 2 θαῦμά μ’ ἔχει, ὡς οὔ τι πιὼν τάδε φάρμακ’ ἐθέλχθης. 3 Oὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ’ ἀνέτλη, 4 ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων. 5 Σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν. 6 Ἦ σύ γ’ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ 26 7 φάσκεν ἐλεύσεσθαι χρυσόρραπις Ἀργεϊφόντης, 8 ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηῒ μελαίνῃ. 9 Ἀλλ’ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶϊ δ’ ἔπειτα 10 εὐνῆς ἡμετέρης ἐπιβήομεν, ὄφρα μιγέντε 11 εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.” (…) Responde-lhe Ulisses: 12 “Oὐδ’ ἂν ἐγώ γ’ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς, 13 εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι, 14 μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.’ Odisseia 1. Traduza o texto em português correcto. 2. Exercícios: 2.1. Estabeleça a diferença aspectual entre os conjuntivos πίῃ| (v.4) e ἐπιβήομεν (v.10). 2.2. Reescreva em ático os versos 6-8 (pode manter as elisões). 2.3. Escreva um verso (ou meramente uma frase), em língua homérica, que pudesse suceder-se à fala de Circe e introduzir a fala de Ulisses. 2.4. Indique o caso e justifique: a) ὀδόντων (v. 4) b) εὐνῇ καὶ φιλότητι (v.11)´ 2.5. Classifique morfologicamente: a) θέο (v.9) b) μιγέντε (v.10) c) βουλευσέμεν (v.14) 27 PARTE II ILÍADA. LIVRO III 1. Troianos e Aqueus no campo de batalha 1. Αὐτὰρ22 ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι, 2. Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὣς‒– 3. ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό, 4. αἵ τ’ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον, 5. κλαγγῇ ταί γε πέτονται ἐπ’ ὠκεανοῖο ῥοάων 6. ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι, 7. ἠέριαι δ’ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται–‒ 8. οἳ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ23 9. ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν24. 10. Εὖτ’ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην 11. ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, 12. τόσσον τίς τ’ ἐπιλεύσσει ὅσον τ’ ἐπὶ λᾶαν ἵησιν· 13. ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ’ ἀελλὴς 14. ἐρχομένων· μάλα δ’ ὦκα διέπρησσον πεδίοιο. 2. Destaca-se Alexandre que se mistura com os demais quando vê Menelau 15. Οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, 16. Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς, 17. παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα 18. καὶ ξίφος· αὐτὰρ ὁ δοῦρε δύω κεκορυθμένα χαλκῷ 22 Partícula que sublinha o contraste com o catálogo das naus, com que termina o livro precedente. O silêncio dos Aqueus pode ser interpretado como sinal da sua superioridade ou da sua coragem; cf. Bowie 2019: 90. 24 A expressão “defenderem-se uns aos outros” realça a importância da formação da falange, em que cada um protegia aquele que estava a seu lado com o escudo. 23 28 19. πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους 20. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι. 21. Τὸν δ’ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος 22. ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα, 23. ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας 24. εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα 25. πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν 26. σεύωνται ταχέες τε κύνες θαλεροί τ’ αἰζηοί. 27. Ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα 28. ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τείσασθαι ἀλείτην· 29. αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. 30. Τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς 31. ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ, 32. ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων. 33. Ὡς δ’ ὅτε τίς τε δράκοντα25 ἰδὼν παλίνορσος ἀπέστη 34. οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, 35. ἂψ δ’ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, 36. ὣς αὖτις καθ’ ὅμιλον ἔδυ Τρώων ἀγερώχων26 37. δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής. 3. Heitor repreende Páris 38. 39. Τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν· “Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά, 25 A serpente, que pode ser ominosa, está habitualmente associada ao desconforto dos Troianos e aos êxitos dos Aqueus; cf. Bowie 2019: 99. 26 Termo talvez forma a partir de γέρας e ἔχω. 29 40. αἴθ’ ὄφελες ἄγονός τ’ ἔμεναι ἄγαμός τ’ ἀπολέσθαι· 41. καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν 42. ἢ οὕτω λώβην τ’ ἔμεναι καὶ ὑπόψιον ἄλλων. 43. Ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοί, 44. φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν 45. εἶδος ἔπ’, ἀλλ’ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή. 46. Ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι 47. πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, 48. μιχθεὶς27 ἀλλοδαποῖσι γυναῖκ’ εὐειδέ’ ἀνῆγες 49. ἐξ ἀπίης γαίης, νυὸν ἀνδρῶν αἰχμητάων, 50. πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, 51. δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ; 52. Οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον; 53. Γνοίης χ’ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν· 54. οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ’ Ἀφροδίτης, 55. ἥ τε κόμη τό τε εἶδος, ὅτ’ ἐν κονίῃσι μιγείης. 56. Ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη 57. λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ’ ὅσσα ἔοργας.” 4. Resposta de Páris ao irmão 58. 27 Τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· 59. “Ἕκτορ, ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν· 60. αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρής, 61. ὅς τ’ εἶσιν διὰ δουρὸς ὑπ’ ἀνέρος, ὅς ῥά τε τέχνῃ Particípio com conotação sexual. 30 62. νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν· 63. ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί· 64. μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης. 65. Οὔ τοι ἀπόβλητ’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα, 66. ὅσσά κεν αὐτοὶ δῶσιν· ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο. 67. Νῦν αὖτ’ εἴ μ’ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι, 68. ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, 69. αὐτὰρ ἔμ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον 70. συμβάλετ’ ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. 71. Ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, 72. κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω· 73. οἳ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες 74. ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων28 75. Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.” 5. Heitor torna pública a oferta de Paris 76. 28 29 Ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτ’ ἐχάρη μέγα29 μῦθον ἀκούσας, 77. καί ῥ’ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας, 78. μέσσου δουρὸς ἑλών· τοὶ δ’ ἱδρύνθησαν ἅπαντες. 79. Τῷ δ’ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ 80. ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ’ ἔβαλλον· 81. αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 82. “Ἴσχεσθ’ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν· 83. στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.” Terceira pessoa do plural do imperativo presente. Acusativo adverbial. 31 84. Ὣς ἔφαθ’, οἳ δ’ ἔσχοντο μάχης, ἄνεώ τ’ ἐγένοντο 85. ἐσσυμένως. Ἕκτωρ δὲ μετ’ ἀμφοτέροισιν ἔειπε· 86. “Κέκλυτέ μευ, Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί, 87. μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν. 88. Ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς 89. τεύχεα κάλ’ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, 90. αὐτὸν δ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον 91. οἴους ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. 92. Ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, 93. κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω· 94. οἳ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.” 6. Prepara-se o combate entre Páris e Menelau 95. 30 Ὣς ἔφαθ’ οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· 96. Tοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος· 97. “Kέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει 98. θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη 99. Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε 100. εἵνεκ’ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ’ ἀρχῆς. 101. Ἡμέων δ’ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται30 102. τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα. 103. Oἴσετε ἄρν’, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, 104. Γῇ τε καὶ Ἠελίῳ· Διὶ δ’ ἡμεῖς οἴσομεν ἄλλον· 105. ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ’ ὅρκια τάμνῃ Sugere-se a escansão deste verso. 32 106. αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι, 107. μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται. 108. Aἰεὶ δ’ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται· 109. οἷς δ’ ὁ γέρων μετέῃσιν, ἅμα πρόσσω καὶ ὀπίσσω 110. λεύσσει, ὅπως ὄχ’ ἄριστα μετ’ ἀμφοτέροισι γένηται.” 111. Ὣς ἔφαθ’ οἳ δ’ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε, 112. ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο. 113. Καί ῥ’ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ’ ἔβαν αὐτοί, 114. τεύχεά τ’ ἐξεδύοντο· τὰ μὲν κατέθεντ’ ἐπὶ γαίῃ 115. πλησίον ἀλλήλων, ὀλίγη δ’ ἦν ἀμφὶς ἄρουρα· 116. Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε 117. καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι· 118. αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων 119. νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ’ ἄρν’ ἐκέλευεν 120. οἰσέμεναι· ὃ δ’ ἄρ’ οὐκ ἀπίθησ’ Ἀγαμέμνονι δίῳ. 7. Íris surge a Helena como mensageira 31 121. Ἶρις31 δ’ αὖθ’ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν 122. εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι, 123. τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων, 124. Λαοδίκην, Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην. 125. Τὴν δ’ εὗρ’ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε 126. δίπλακα πορφυρέην, πολέας δ’ ἐνέπασσεν ἀέθλους 127. Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, A mensageira principal dos deuses na Ilíada. Na Odisseia é Hermes. 33 128. οὕς ἑθεν εἵνεκ’ ἔπασχον ὑπ’ Ἄρηος παλαμάων. 129. Ἀγχοῦ δ’ ἱσταμένη, προσέφη πόδας ὠκέα Ἶρις· 130. “Δεῦρ’ ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι 131. Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, 132. οἳ πρὶν32 ἐπ’ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα 133. ἐν πεδίῳ, ὀλοοῖο λιλαιόμενοι πολέμοιο· 134. οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, 135. ἀσπίσι κεκλιμένοι, παρὰ δ’ ἔγχεα μακρὰ πέπηγεν. 136. Αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος 137. μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο· 138. τῷ δέ κε νικήσαντι33 φίλη κεκλήσῃ34 ἄκοιτις.” 139. Ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον35 ἔμβαλε θυμῷ 140. ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων· 141. αὐτίκα δ’ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν 142. ὁρμᾶτ’ ἐκ θαλάμοιο, τέρεν κατὰ δάκρυ χέουσα, 143. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο, 144. Αἴθρη Πιτθῆος, θυγάτηρ, Κλυμένη τε βοῶπις. 8. Os anciãos troianos junto das Portas Esqueias 145. Aἶψα δ’ ἔπειθ’ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν. 146. Οἳ δ’ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην 147. Λάμπόν τε Κλυτίον θ’ Ἱκετάονά τ’ ὄζον Ἄρηος, 148. Οὐκαλέγων τε καὶ Ἀντήνωρ, πεπνυμένω ἄμφω, 32 Valor adverbial. Talvez seja um antigo locativo de tempo; cf. Bowie 2019: 120. Exemplo raro de uso em Homero de artigo com particípio; cf. Bowie 2019: 121. 34 Futuro com redobro, formado a partir do perfeito κέκλημαι. 35 Termo com conotação sexual, sobretudo em Homero. 33 34 149. ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι, 150. γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ’ ἀγορηταὶ 151. ἐσθλοί, τεττίγεσσιν ἐοικότες, οἵ τε καθ’ ὕλην 152. δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι· 153. τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργῳ. 154. Oἳ δ’ ὡς οὖν εἴδονθ’ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, 155. ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον· 156. “Oὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς 157. τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· 158. αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν. 159. Ἀλλὰ καὶ ὧς, τοίη περ ἐοῦσ’, ἐν νηυσὶ νεέσθω, 160. μηδ’ ἡμῖν τεκέεσσί τ’ ὀπίσσω πῆμα λίποιτο.” 9. Príamo chama Helena para perto de si (teichoscopia) 161. Ὣς ἄρ’ ἔφαν, Πρίαμος δ’ Ἑλένην ἐκαλέσσατο φωνῇ· 162. “Δεῦρο πάροιθ’ ἐλθοῦσα, φίλον τέκος, ἵζευ ἐμεῖο, 163. ὄφρα ἴδῃς πρότερόν τε πόσιν πηούς τε φίλους τε· 164. οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν, 165. οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν· 166. ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονομήνῃς, 167. ὅς τις ὅδ’ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε. 168. Ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι, 169. καλὸν δ’ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν, 170. οὐδ’ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.” 35 10. Helena identifica Agamémnon 171. Τὸν δ’ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν· 172. “Aἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε· 173. ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακός, ὁππότε δεῦρο 174. υἱέϊ σῷ ἑπόμην, θάλαμον γνωτούς τε λιποῦσα 175. παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. 176. Ἀλλὰ τά γ’ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα. 177. Τοῦτο δέ τοι ἐρέω, ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς· 178. οὗτός γ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, 179. ἀμφότερον βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής· 180. δαὴρ αὖτ’ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ’ ἔην γε.” 181. Ὣς φάτο‧ τὸν δ’ ὁ γέρων ἠγάσσατο φώνησέν τε· 182. “Ὦ μάκαρ Ἀτρεΐδη, μοιρηγενές, ὀλβιόδαιμον, 183. ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. 184. Ἥδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, 185. ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους, 186. λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, 187. οἵ ῥα τότ’ ἐστρατόωντο παρ’ ὄχθας Σαγγαρίοιο. 188. Καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην, 189. ἤματι τῷ ὅτε τ’ ἦλθον Ἀμαζόνες ἀντιάνειραι· 190. ἀλλ’ οὐδ’ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.” 11. Helena identifica Ulisses em resposta à pergunta de Príamo 191. 192. Δεύτερον αὖτ’ Ὀδυσῆα ἰδὼν, ἐρέειν’ ὁ γεραιός· “Εἴπ’ ἄγε μοι καὶ τόνδε, φίλον τέκος, ὅς τις ὅδ’ ἐστί· 36 193. μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο, 194. εὐρύτερος δ’ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι. 195. Tεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, 196. αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν. 197. Ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ, 198. ὅς τ’ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.” 199. Τὸν δ’ ἠμείβετ’ ἔπειθ’ Ἑλένη, Διὸς ἐκγεγαυῖα· 200. “Oὗτος δ’ αὖ Λαερτιάδης, πολύμητις Ὀδυσσεύς, 201. ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης, 202. εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.” 12. Antenor recorda a ida de Ulisses e de Menelau a Tróia 203. Τὴν δ’ αὖτ’ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα· 204. “Ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες. 205. Ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθε δῖος Ὀδυσσεύς, 206. σεῦ ἕνεκ’ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ· 207. τοὺς δ’ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα, 208. ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά. 209. Ἀλλ’ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, 210. στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, 211. ἄμφω δ’ ἑζομένω, γεραρώτερος ἦεν Ὀδυσσεύς. 212. Ἀλλ’ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον, 213. ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, 214. παῦρα μέν, ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος 215. οὐδ’ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν. 37 216. Ἀλλ’ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεύς. 217. Στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, 218. σκῆπτρον δ’ οὔτ’ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, 219. ἀλλ’ ἀστεμφὲς ἔχεσκεν, ἀΐδρεϊ φωτὶ ἐοικώς· 220. φαίης κε ζάκοτόν τέ τιν’ ἔμμεναι ἄφρονά τ’ αὔτως. 221. Ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη 222. καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, 223. οὐκ ἂν ἔπειτ’ Ὀδυσῆΐ γ’ ἐρίσσειε βροτὸς ἄλλος. 224. Οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασσάμεθ’ εἶδος ἰδόντες.” 13. Helena identifica Ájax em resposta à pergunta de Príamo 36 225. Τὸ τρίτον αὖτ’ Αἴαντα ἰδὼν ἐρέειν’ ὃ γεραιός· 226. “Tίς τὰρ ὅδ’ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε, 227. ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;” 228. Τὸν δ’ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν· 229. “Oὗτος δ’ Αἴας ἐστὶ πελώριος, ἕρκος Ἀχαιῶν. 230. Ἰδομενεὺς δ’ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς 231. ἕστηκ’, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται. 232. Πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος 233. οἴκῳ ἐν ἡμετέρῳ, ὁπότε Κρήτηθεν ἵκοιτο. 234. Νῦν δ’ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, 235. οὕς κεν ἐῢ γνοίην καί τ’ οὔνομα μυθησαίμην· 236. δοιὼ36 δ’ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν, 237. Κάστορά θ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα O dual mais frequente é δύο, δύω. 38 238. αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ. 239. Ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, 240. ἢ δεύρω μὲν ἕποντο νέεσσ’ ἔνι ποντοπόροισι, 241. νῦν αὖτ’ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν, 242. αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ’ ἅ μοί ἐστιν.” 243. Ὣς φάτο, τοὺς δ’ ἤδη κάτεχεν φυσίζοος αἶα 244. ἐν Λακεδαίμονι αὖθι, φίλῃ ἐν πατρίδι γαίῃ. 14. O arauto Ideu dirige-se a Príamo e pede-lhe que desça à planície 245. Κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά, 246. ἄρνε δύω καὶ οἶνον ἐΰφρονα, καρπὸν ἀρούρης 247. ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν 248. κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα. 249. Ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν· 250. “Ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι 251. Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων 252. ἐς πεδίον καταβῆναι, ἵν’ ὅρκια πιστὰ τάμητε. 253. Αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος 254. μακρῇς ἐγχείῃσι μαχήσοντ’ ἀμφὶ γυναικί· 255. τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ ἕποιτο· 256. οἳ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες 257. ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται 258. Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.” 15. Príamo vai com Antenor para a planície 39 Ὣς φάτο‧ ῥίγησεν δ’ ὃ γέρων, ἐκέλευσε δ’ ἑταίρους 259. 260. ἵππους ζευγνύμεναι· τοὶ δ’ ὀτραλέως ἐπίθοντο. 261. Ἄν δ’ ἄρ’ ἔβη Πρίαμος, κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω· 262. πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον· 263. τὼ δὲ διὰ Σκαιῶν37 πεδίονδ’ ἔχον ὠκέας ἵππους. 16. O juramento 264. Ἀλλ’ ὅτε δή ῥ’ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς, 265. ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν 266. ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο. 267. Ὄρνυτο δ’ αὐτίκ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 268. ἂν δ’ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ 269. ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον 270. μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. 271. Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, 272. ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο, 273. ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα 274. κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις. 275. 37 38 Τοῖσιν δ’ Ἀτρεΐδης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών· 276. “Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε, 277. Ἠέλιός θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις, 278. καὶ Ποταμοὶ καὶ Γαῖα, καὶ οἳ ὑπένερθε καμόντας 279. ἀνθρώπους τείνυσθον, ὅτις κ’ ἐπίορκον ὀμόσσῃ, 280. ὑμεῖς μάρτυροι ἔστε38, φυλάσσετε δ’ ὅρκια πιστά· Subentende-se πυλῶν. Imperativo. 40 281. εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ, 282. αὐτὸς ἔπειθ’ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, 283. ἡμεῖς δ’ ἐν νήεσσι νεώμεθα39 ποντοπόροισιν· 284. εἰ δέ κ’ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, 285. Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀποδοῦναι, 286. τιμὴν δ’ Ἀργείοις ἀποτινέμεν, ἥν τιν’ ἔοικεν, 287. ἥ τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται. 288. Εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες 289. τίνειν οὐκ ἐθέλωσιν, Ἀλεξάνδροιο πεσόντος, 290. αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς, 291. αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.” 292. Ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ· 293. καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας, 294. θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός. 295. Oἶνον δ’ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν 296. ἔκχεον, ἠδ’ εὔχοντο θεοῖς αἰειγενέτῃσιν. 297. Ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· 298. “Ζεῦ κύδιστε μέγιστε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι, 299. ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, 300. ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι, ὡς ὅδε οἶνος, 301. αὐτῶν καὶ τεκέων, ἄλοχοι δ’ ἄλλοισι μιγεῖεν.” 302. Ὣς ἔφαν‧ οὐδ’ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων. 17. Príamo retira-se 39 Conjuntivo exortativo. 41 303. Tοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε· 304. “Kέκλυτέ μευ, Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί. 305. Ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν 306. ἄψ, ἐπεὶ οὔ πω τλήσομ’ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι 307. μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ. 308. Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, 309. ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.” 310. Ἦ ῥα, καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, 311. ἂν δ’ ἄρ’ ἔβαιν’ αὐτός, κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω. 312. Πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον. 18. Os preparativos para o duelo 313. Tὼ μὲν ἄρ’ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο. 314. Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς 315. χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα 316. κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, 317. ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος. 318. Λαοὶ δ’ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον, 319. ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· 320. “Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε, 321. ὁππότερος τάδε ἔργα μετ’ ἀμφοτέροισιν ἔθηκε, 322. τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω, 323. ἡμῖν δ’ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.” 324. 325. Ὣς ἄρ’ ἔφαν‧ πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν. 42 326. Oἳ μὲν ἔπειθ’ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ 327. ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε’ ἔκειτο. 328. Αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισιν40 ἐδύσετο τεύχεα καλὰ 329. δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο. 330. Kνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 331. καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· 332. δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν 333. οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δ’ αὐτῷ. 334. Ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον 335. χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· 336. κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν 337. ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· 338. εἵλετο δ’ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει. 339. ὣς δ’ αὔτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνεν. 19. O duelo. Afrodite salva Páris 340. 40 Οἳ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, 341. ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο 342. δεινὸν δερκόμενοι· θάμβος δ’ ἔχεν εἰσορόωντας 343. Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς. 344. Kαί ῥ’ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ, 345. σείοντ’ ἐγχείας ἀλλήλοισιν κοτέοντε. 346. Πρόσθε δ’ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος, 347. καὶ βάλεν Ἀτρεΐδαο κατ’ ἀσπίδα πάντοσε ἴσην, 348. οὐδ’ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ Sinédoque: ombros por corpo. 43 349. ἀσπίδ’ ἐνὶ κρατερῇ. Ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ 350. Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· 351. “Ζεῦ ἄνα41, δὸς τίσασθαι ὅ με πρότερος κάκ’ ἔοργε, 352. δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον, 353. ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων 354. ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.” 355. Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 356. καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντοσε ἴσην· 357. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, 358. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο· 359. ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα 360. ἔγχος· ὃ δ’ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. 361. Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον, 362. πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ 363. τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός. Ἀτρεΐδης δ’ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· 364. 41 365. Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· 366. ἦ τ’ ἐφάμην τείσασθαι Ἀλέξανδρον κακότητος· 367. νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος 368. ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ’ ἔβαλόν μιν.” 369. Ἦ, καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης, 370. ἕλκε δ’ ἐπιστρέψας μετ’ ἐϋκνήμιδας Ἀχαιούς· 371. ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν, 372. ὅς οἱ ὑπ’ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης. Vocativo; cf. πόλι, γύναι. 44 373. Kαί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, 374. εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη, 375. ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο· 376. κεινὴ42 δὲ τρυφάλεια ἅμ’ ἕσπετο χειρὶ παχείῃ. 377. Tὴν μὲν ἔπειθ’ ἥρως μετ’ ἐϋκνήμιδας Ἀχαιοὺς 378. ῥῖψ’ ἐπιδινήσας, κόμισαν δ’ ἐρίηρες ἑταῖροι. 379. Aὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων 380. ἔγχεϊ χαλκείῳ· τὸν δ’ ἐξήρπαξ’ Ἀφροδίτη, 381. ῥεῖα μάλ’ ὥς τε θεός, ἐκάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ, 382. κὰδ δ’ εἷσ’ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι. 20. Afrodite vai chamar Helena sob a aparência de uma anciã 42 43 383. Αὐτὴ δ’ αὖ Ἑλένην καλέουσ’ ἴε· τὴν δὲ κίχανε 384. πύργῳ ἐφ’ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν. 385. Χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, 386. γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν 387. εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ 388. ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε. 389. Τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη· 390. “Δεῦρ’ ἴθ’, Ἀλέξανδρός σε καλεῖ οἶκόνδε νέεσθαι. 391. Kεῖνος ὅ γ’ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι, 392. κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης 393. ἀνδρὶ μαχεσσάμενον τόν γ’ ἐλθεῖν, ἀλλὰ χορόνδε 394. ἔρχεσθ’, ἠὲ χοροῖο νέον43 λήγοντα καθίζειν.” Em ático κενή. Acusativo adverbial. 45 395. Ὣς φάτο‧ τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· 396. καί ῥ’ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν 397. στήθεά θ’ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα, 398. θάμβησέν τ’ ἄρ’ ἔπειτα ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε· 399. “Δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν; 400. Ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων 401. ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, 402. εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων· 403. οὕνεκα δὴ44 νῦν δῖον Ἀλέξανδρον Μενέλαος 404. νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ’ ἄγεσθαι, 405. τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης; 406. ἧσο παρ’ αὐτὸν ἰοῦσα, θεῶν δ’ ἀπόειπε κελεύθους45, 407. μηδ’ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, 408. ἀλλ’ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε, 409. εἰς ὅ κέ σ’ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην. 410. Kεῖσε δ’ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· 411. κείνου πορσανέουσα λέχος. Τρῳαὶ δέ μ’ ὀπίσσω 412. πᾶσαι μωμήσονται· ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ.” 413. Τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη· 414. “Mή μ’ ἔρεθε, σχετλίη, μὴ χωσαμένη σε μεθείω, 415. τὼς δέ σ’ ἀπεχθήρω ὡς νῦν ἔκπαγλ’ ἐφίλησα, 416. μέσσῳ δ’ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ 417. Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.” “Precisamente porque”. Seguimos a escolha de Bowie 2019: 164, embora como o filólogo sublinha não seja fácil a opção. A lição ἀπόεικε κελεύθου é uma leitura que merece atenção. 44 45 46 418. Ὣς ἔφατ’, ἔδεισεν δ’ Ἑλένη Διὸς ἐκγεγαυῖα, 419. βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ 420. σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων. 21. Helena e Páris 421. Αἳ δ’ ὅτ’ Ἀλεξάνδροιο δόμον περικαλλέ’ ἵκοντο, 422. ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, 423. ἣ δ’ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν. 424. Tῇ δ’ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη 425. ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα. 426. Ἔνθα κάθιζ’ Ἑλένη, κούρη Διὸς αἰγιόχοιο, 427. ὄσσε πάλιν κλίνασα, πόσιν δ’ ἠνίπαπε μύθῳ· 428. “Ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι 429. ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν. 430. Ἦ μὲν δὴ πρίν γ’ εὔχε’ ἀρηϊφίλου Μενελάου 431. σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· 432. ἀλλ’ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον 433. ἐξαῦτις μαχέσασθαι ἐναντίον. Ἀλλά σ’ ἔγωγε 434. παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ 435. ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 436. ἀφραδέως, μή πως τάχ’ ὑπ’ αὐτοῦ δουρὶ δαμήῃς.” 437. Τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε· 438. “Mή με, γύναι, χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε. 439. Nῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, 440. κεῖνον δ’ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. 47 441. Ἀλλ’ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε· 442. οὐ γάρ πώ ποτέ μ’ ὧδέ γ’ ἔρως φρένας ἀμφεκάλυψεν, 443. οὐδ’ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς 444. ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, 445. νήσῳ δ’ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, 446. ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.” 447. Ἦ ῥα, καὶ ἄρχε λέχοσδε κιών· ἅμα δ’ εἵπετ’ ἄκοιτις. 22. Agamémnon procura Páris 23. Τὼ μὲν ἄρ’ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν, 24. Ἀτρεΐδης δ’ ἀν’ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς, 25. εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. 26. Ἀλλ’ οὔ τις δύνατο Τρώων κλειτῶν τ’ ἐπικούρων 27. δεῖξαι Ἀλέξανδρον τότ’ ἀρηϊφίλῳ Μενελάῳ· 28. οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον εἴ τις ἴδοιτο· 29. ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. 30. Tοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 31. “Kέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι· 32. νίκη μὲν δὴ φαίνετ’ ἀρηϊφίλου Μενελάου, 33. ὑμεῖς δ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ 34. ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν’ ἔοικεν, 35. ἥ τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται.” 36. Ὣς ἔφατ’ Ἀτρεΐδης, ἐπὶ δ’ ᾔνεον ἄλλοι Ἀχαιοί. PROPOSTAS DE TRABALHO 48 Ficha 1 Aquiles veste as armas 1. Tοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε 2. λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ 3. δῦν’ ἄχος ἄτλητον· ὃ δ’ ἄρα Τρωσὶν μενεαίνων 4. δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων. 5. Πειρήθη δ’ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, 6. εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα. Ilíada 1. Classifique sintacticamente de acordo com a sintaxe dos casos que estudou este ano: a) ὀδόντων (v.1) b) οἱ (v.1) c) ἦτορ (v.2) d) Τρωσὶν (v.3) e) οἱ (v.4) f) ἕο αὐτοῦ (v.5) g) ἀγλαὰ γυῖα (v.6) 2. Identifique os modos e justifique-os sintacticamente: a) τεύχων b) ἐφαρμόσσειε 3. Indique a forma verbal (escreva-a em grego correctamente) subentendida no verso 2 (εἴ τε πυρὸς σέλας). 4. Identifique morfologicamente λαμπέσθην e conjugue-a mantendo tempo, modo e voz. 5. Escanda o segundo verso e marque a cesura e designe-a. 6. Identifique três elementos próprios da língua homérica explicando-os (que dialecto) e indicando as formas em ático. 5. Traduza o texto em português correcto de forma literal. Ficha 2 Tétis pede a Zeus que os Troianos ganhem os confrontos até os Aqueus devolverem a honra a Aquiles. Zeus aceita contrariado, porque sabe que vai entrar em conflito com Hera. 1. Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· 49 2. ἦ δὴ λοίγια ἔργ’ ὅ τέ μ’ ἐχθοδοπῆσαι ἐφήσεις 3. Ἥρῃ ὅτ’ ἄν μ’ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν· 4. ἣ δὲ καὶ αὔτως μ’ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι 5. νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν. 6. Ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ 7. Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· 8. εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς (Ilíada) Nota: ἦ δὴ λοίγια ἔργ’ (v.2): subentenda a forma verbal ἐστιν. ὅ (v.2): equivale a um plural. εἰ δ’ ἄγε (v.8): é uma interjeição I. Identificação e justificação sintáctica dos seguintes modos: 1.1. ἐχθοδοπῆσαι. 1.2. ἐρέθῃσιν. 1.3. νοήσῃ. 1.4. τελέσσω. 1.5. πεποίθῃς. II. Identificação e justificação dos seguintes casos: 2.1. Τρώεσσιν. 2.2. μάχῃ. III. Classifique morfologicamente: 3.1. ἀπόστιχε (v.6) 3.2. κατανεύσομαι (v.8) IV. Traduza o texto em português correcto. Ficha 3 Depois do duelo entre Menelau e Páris, Afrodite avisa Helena de que Páris a espera no quarto. Helena vai ao seu encontro, mas sente-se indignada com o comportamento de Páris na guerra. 1 2 Αἳ δ’ ὅτ’ Ἀλεξάνδροιο δόμον περικαλλέ’ ἵκοντο, ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, 50 3 ἣ δ’ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν. 4 Τῇ δ’ ἄρα δίφρον ἑλοῦσα φιλομμειδὴς Ἀφροδίτη 5 ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· 6 ἔνθα κάθιζ’ Ἑλένη, κούρη Διὸς αἰγιόχοιο, 7 ὄσσε πάλιν κλίνασα, πόσιν δ’ ἠνίπαπε μύθῳ· 8 “Ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι, 9 ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν. 10 Ἦ μὲν δὴ πρίν γ’ εὔχε’ ἀρηϊφίλου Μενελάου 11 σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· 12 ἀλλ’ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον 13 ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ’ ἔγωγε 14 παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ 15 ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 16 ἀφραδέως, μή πως τάχ’ ὑπ’ αὐτοῦ δουρὶ δαμήῃς.” Ilíada 1. Traduza o texto em português correcto. 2. Exercícios: 2.1. Indique a função sintáctica: a) γυναικῶν (v.3) b) ἀρηϊφίλου Μενελάου (v.10) 2.2. Classifique morfologicamente: a) ἤλυθες (v. 8) b) ὀλέσθαι (v.8) c) δαμεὶς (v.9) d) ἦεν (v.9) e) εὔχε’ (v.10) 2.3. Comente, do ponto de vista, da sua formação os seguintes compostos: a) ἀμφίπολοι (v.2) b) ὑψόροφον (v.3) c) φιλομειδὴς (v.4) d) ἀρηΐφιλον (v.12) 2.4. Classifique morfologicamente a forma verbal δαμήῃς (v. 16) e classifique a oração de que ela é predicado. 2.5. Tendo em conta o estudo o estudo que fez sobre os finals locativos: 51 a) Comente o vocábulo αὐτόθ’ (v. 8) b) Refira outros finais locativos que conheça, exemplificando, a partir dos seus conhecimentos. 2.6. Refira algumas características dialectais da língua homérica a partir do texto aqui transcrito. 2.7. Escanda o verso 9 e marque a respectiva cesura. 2.8. Tendo em conta o seu conhecimento do poema homérico, transcreva o vocabulário que neste excerto considera caracteristicamente homérico, associando uma brevíssima explicação. 2.9. Explique foneticamente as seguintes grafias: a) κούρη (v.6) em face do ático κόρη b) προκάλεσσαι (v.12) Ficha 4 Aquiles responde a Agamémnon. 1 Τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· 2 “Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων, 3 πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; 4 οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά· 5 ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, 6 λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν. 7 Ἀλλὰ σὺ μὲν νῦν τῆνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ 8 τριπλῇ τετραπλῇ τ’ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς 9 δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.” 10 Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· 11 “Mὴ δ’ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ, 12 κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. 13 Ἦ ἐθέλεις, ὄφρ’ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ’ αὔτως 14 ἧσθαι δευόμενον, κέλεαι δέ με τῆνδ’ ἀποδοῦναι; 15 ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί, 16 ἄρσαντες κατὰ θυμὸν, ὅπως ἀντάξιον ἔσται· 17 εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι 52 18 ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος 19 ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.” Ilíada 1. Traduza o texto em português correcto. 2. Exercícios: 2.1. Faça um levantamento dos elementos dialectais presentes no passo que leu e explique-os sucintamente. 2.2. Faça um comentário sintáctico aos modos verbais utilizados neste excerto, dando especial ênfase ao uso do conjuntivo e do particípio. Ficha 5 A deusa Atena fala a Aquiles sem ser vista, em seu nome e em nome de Hera, com vista a refrear a ira daquele contra Agamémnon, ao saber que vai ficar sem a cativa Briseida. 1 Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· 2 “Ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, 3 οὐρανόθεν· πρὸ δέ μ’ ἧκε θεὰ λευκώλενος Ἥρη 4 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· 5 ἀλλ’ ἄγε λῆγ’ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί· 6 ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ· 7 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· 8 καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα 9 ὕβριος εἵνεκα τῆσδε· σὺ δ’ ἴσχεο, πείθεο δ’ ἡμῖν.” 10 Τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 11 “Χρὴ μὲν σφωΐτερόν γε, θεά, ἔπος εἰρύσσασθαι 12 καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον· 13 ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ’ ἔκλυον αὐτοῦ.” 14 Ἦ καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, 15 ἂψ δ’ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ’ ἀπίθησε 16 μύθῳ Ἀθηναίης· ἣ δ’ Οὔλυμπόνδὲ βεβήκει 53 δώματ’ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.” 17 Ilíada Notas: ἄμφω (v.4): refere-se a Aquiles e Agamémnon. 1. Traduza o texto em português correcto. 2. Exercícios: 2.1. Faça um levantamento de cinco elementos dialectais presentes no passo que leu e explique-os sucintamente. 2.2. Comente o valor sintáctico dos seguintes particípios: a) παύσουσα (v.2) b) κεχολωμένον (v.12) 2.3.Transcreva os dois conjuntivos eventuais ou de probabilidade presentes no excerto que leu e explique-os do ponto de vista morfológico e sintáctico. 2.4. Justifique o emprego da forma verbal ἔσεταί (l.6) em vez de ἔσται. 2.5. Classifique morfologicamente: a) ἕλκεο (v.5) b) ὀνείδισον (v.6) c) ἐπιπείθηται (v.13) 2.6. Indique o caso e justifique: a) θυμῷ (v.4) b) χειρί (v.5) c) ἡμῖν (v.9) d) πόδας (v.10) Ficha 6 Aquiles injuria Agamémnon por lhe ter roubado a cativa de guerra, Briseida, e faz um juramento solene. 1 Πηλεΐδης δ’ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν 2 Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο· 3 “Oἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο, 4 οὔτέ ποτ’ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι 5 οὔτε λόχονδ’ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν 6 τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. 7 Ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν 8 δῶρ’ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· 9 δημοβόρος βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· 54 10 ἦ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο. 11 Ἀλλ’ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· 12 ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους 13 φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, 14 οὐδ’ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε 15 φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν 16 ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας 17 πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος· 18 ἦ ποτ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν 19 σύμπαντας· τότε δ’ οὔ τι δυνήσεαι ἀχνύμενός περ 20 χραισμεῖν, εὖτ’ ἂν πολλοὶ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο 21 θνῄσκοντες πίπτωσι· σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις 22 χωόμενος ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.” Ilíada 1. Traduza o texto em português correcto. 2. Exercícios: 2.1.Faça um levantamento de três elementos dialectais presentes no passo que leu, explique-os sucintamente e refira mais quatro características da língua homérica. 2.2.Comente, do ponto de vista morfológico e sintáctico, as seguintes formas verbais: a) εἴπῃ (v.8) b) λωβήσαιο (v.10) c) ἀχνύμενός (v.19) d) πίπτωσι (v.21) 2.3.Escanda os dois últimos versos do texto e marque a cesura. 2.4.Indique o caso e justifique: a) θυμῷ (v.6) b) τόδε σκῆπτρον (v.12) Ficha 7 Quando os Aqueus e os Troianos se preparavam-se para travar combate, Menelau vê Páris e sente um especial desejo de o desafiar. 1 Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι, 55 2 Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὣς. (…) 3 Οἳ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ 4 ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. (…) 5 Οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, 6 Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς (…) 7 Τὸν δ’ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος 8 ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα, 9 ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας 10 εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα 11 πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν 12 σεύωνται ταχέες τε κύνες θαλεροί τ’ αἰζηοί· 13 ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα 14 ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην· 15 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. Ilíada Nota: κοσμέω (l.1): “alinhar” 1. Traduza o texto em português correcto. 2. Exercícios a) b) c) d) e) f) g) 2.1. Classifique morfológica e sintacticamente: κόσμηθεν ἐρχόμενον ἐχάρη εὑρὼν κύρσας σεύωνται τίσεσθαι 56 a) b) c) d) e) f) g) 2.2.Comente da forma que lhe parecer relevante: κλαγγῇ τ’ ἐνοπῇ ὣς μένεα ἀλεξέμεν μακρὰ βιβάντα χαμᾶζε 57 Bibliografia Gramáticas e Estudos Linguísticos Adrados, F.R. (1992), Nueva Sintaxis del Griego Antiguo. Madrid: Gredos. Bentein, K. (2016), Verbal Periphrasis in Ancient Greek Have- and Be- Constructions. Oxford: Oxford Clarendon Press. Boas, E.; Rijksbaron, A.; Huitink, L.; Bakker, M. (2019), The Cambridge Grammar of Classical Greek. Cambridge: Cambridge University Press. Buck, C.D. (1969), Comparative Grammar of Greek and Latin. Chicago: University of Chicago Press. Buck, C.D. (1998²), The Greek Dialects. London: Bloomsbury 3PL. Chantraine, P. (2003, seconde édition: 1961), Morphologie historique du grec. Paris: Klincksieck. Delaunois, M. (2002), Essai de syntaxe grecque classica. Leuven: Peeters. Denniston (2002), Greek Prose Style. London: Bristol Classic Press. Dover, K. J. (2000), Greek Word Order. London: Bristol Classic Press. Duhoux, Y. (2000, seconde édition revue et augmentée). Le verb grec ancien: Eléments de morphologie et de syntaxe historiques. Paris: Peeters Louvain-la-Neuve. George, C.H. (2005), Expressions of Agency in Ancient Greek. Cambridge: Cambridge University Press. Goodwin, W.W. (2013). Syntax of the Moods and Tenses of the Greek Verbs. New edition of the 1899 edition. Bloomsbury: Bristol Classical Press. Godwin, W.W. (1983, reprint: 1894, new edition), A Greek Grammar. Hampshire, London: St Martin’s Press. Disponível em: https://archive.org/details/rosettaproject_grc_morsyn-2 Hillard, A.E.; North, M.A. (2013, revised edition), Greek Prose Composition (Greek Language). London: Bloomsbury. Humbert, J. (2004, édition revue et augmentée: 1972), Syntaxe grecque. Paris: Klincksieck. Júnior, M.A. (2016, segunda edição revista e actualizada), Gramática do Grego. Grego Clássico e Helenístico. Lisboa: Fundação Calouste Gulbenkian. Kühner, R.; Gerth, B. (1904), Ausfürliche Grammatik der griechischen Sprache. Zweiter Teil: Satzlehre, II. Hannover und Leipzig: Hahmsche Buchhandlung. Meillet, A. (2004⁷), Aperçu d’ une histoire de la langue grecque. Paris: Klincksieck. Morwood, J. (2001), Oxford Grammar of Classical Greek. Oxford: Oxford University Press. Palmer, L.R. (1980), The Greek Language. London: Faber. Ragon, E. (1991), Grammaire Grecque, entièrement refondue par A. Dain, J. A. de Foucault, P. Poulain. Paris: J. de Gigord Nathan. Rodriguez Alfageme, I. (2018), Gramática griega. Madrid: Ediciones Complutense. Sihler, A. (2008), New Comparative Grammar of Greek and Latin. Oxford: Oxford University Press. Smith, H.W. (1984, edition revised by G. Messing), Greek Grammar. Cambridge, Massachusetts: Harvard University Press. Disponível em: https://archive.org/details/agreekgrammarfo02smytgoog West, M.L. (1982), Greek Metre. Oxford: Oxford University Press. Dicionários: 58 AAVV (2021), The Cambridge Greek Lexicon, ed. J. Diggle. Cambridge: Cambridge University Press. Bailly, A. (2000, édition revue), Dictionnaire Grec-Français. Le Grand Bailly. Paris, Hachette. Lidell, H.; Scott, R.; Jones, H.; McKenzie, R.; Gare, P. (1996). A Greek English Lexicon with a revised supplement. Oxford, Oxford Clarendon Press. http://stephanus.tlg.uci.edu/lsj/#eid=1&context=lsj Montanari, F. (2004). Vocabolario della Lingua Greca. Greco Italiano. Seconda Edizione in CD-Rom per windows con guida all’ uso e lessico di base. Torino: Loescher Editore. Montanari, F. (2015). The Brill Dictionnary of Ancient Greek, ed. M. Goh, C. Schroeder. Leiden, Boston: Brill. Edições Bowie, A.M. (2019), Homer. Iliad Book III. Cambridge: Cambridge University Press. Garvie (2008⁴), Homer. Odyssey: books VI-VIII. Cambridge: Cambridge University Press. Monro, D; Allen, Th. (1985¹⁴), Homeri opera. Oxford: Clarendon Press. 59